Was Christ Born in Bethlehem?

By W. M. Ramsay

Appendix 4

RATING PAPER: Ἀπογραφή

Μητροδώρωι ἐπιμελητῆΙ 
παρὰ Ἀπύγχιος Ἰναρώτιος 
ἑλληνομεμφίτης sic Ἀπογράφομαι 
κατὰ τὸ ἐκτεθὲν πρόσταγμα 
τὴν ὑπάρχυσάν sic μοι οἰκίαν 
καὶ αὐλὴ sic ἐν τῶν Ἑλληνίωι ἐν τόπωι Ἰμενσθὼτ 
ἱερῶι, ἧς μέτρα τῆς μὲν οἰκίας π(ήχεις) κα ἐπὶ π(ήχεις) ιγ 
τῆς δὲ αὐλῆς π(ήχεις) δ ἐπὶ π(ήχεις) [. . .], 
γείτονες πρὸς νότον οἰκία Ταυψάιτος 
Φανῶτος, πρὸς βορρᾶν Πάσιτος ἁριάνιος 
καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς λίβα 
σιτοποεῖόν μου καὶ ὁδὸς ἀνὰ μέσον, 
πρὸς ἀπηλιώτην Ποκαὺς Πετεπτ. ν. ος. 
Ταύτην οὖν τιμῶμαι (παχμῶν) δʹ (=400). 
Καὶ ἄλλην οἰκίαν, ἐν ᾖ σιτοποιοῦσιν 
καὶ αὐλὴ, sic ὧν μέτρα τῆς μὲν οἰκίας 
μέτρα π(ήχεις) κα ἐπὶ π(ήχεις) ιγ, καὶ τῆς αὐλῆς π(ήχεις) δ 
ἐπι π(ήχεις) ιγ, γείτονες Ὀννῶφρις Ὥρου οἰκίας, 
πρὸς βορρᾶν Πάσιτος τοῦ Ἁριάνοις καὶ ὁδὸς 
ἀνὰ μέσον, πρὸς λίβα Νεφεργήριος 
Παχράτου, πρὸς ἀπηλιώτην ἡ προγεγραμένη sic 
οἰκία καὶ ὁδὸς ἀνὰ μέσον. Ταύην οὖν 
τιμῶμαι χαλκοῦ (δραχμῶν) βʹ (=2000)
  / τά(λαντον) α.